Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 2.205 Joseph. AJ 2.209 (English) >>Joseph. AJ 2.214

2.207ὑπὸ γὰρ τούτων αὐτὰς ἐκέλευε μαιοῦσθαι, αἳ διὰ συγγένειαν ἔμελλον μὴ παραβήσεσθαι τὴν τοῦ βασιλέως βούλησιν· τοὺς μέντοι καταφρονήσαντας τοῦ προστάγματος καὶ σώζειν λάθρα τολμήσαντας τὸ τεχθὲν αὐτοῖς ἀναιρεῖσθαι σὺν τῇ γενεᾷ προσέταξεν. 2.208δεινὸν οὖν τοῖς ὑπομένουσι τὸ πάθος, οὐ καθὸ παίδων ἀπεστεροῦντο καὶ γονεῖς ὄντες αὐτοὶ πρὸς τὴν ἀπώλειαν ὑπούργουν τῶν γεννωμένων, ἀλλὰ καὶ ἐπίνοια τῆς τοῦ γένους αὐτῶν ἐπιλείψεως, φθειρομένων μὲν τῶν τικτομένων, αὐτῶν δὲ διαλυθησομένων, χαλεπὴν αὐτοῖς καὶ δυσπαραμύθητον ἐποίει τὴν συμφοράν. 2.209καὶ οἱ μὲν ἦσαν ἐν τούτῳ τῷ κακῷ· κρατήσειε δʼ ἂν οὐδεὶς τῆς τοῦ θεοῦ γνώμης οὐδὲ μυρίας τέχνας ἐπὶ τούτῳ μηχανησάμενος· τε γὰρ παῖς, ὃν προεῖπεν ἱερογραμματεύς, τρέφεται λαθὼν τὴν τοῦ βασιλέως φυλακὴν καὶ ἀληθὴς ἐπὶ τοῖς ἐξ αὐτοῦ γενησομένοις προειπὼν εὑρέθη. γίνεται δʼ οὕτως. 2.210

Ἀμαράμης τῶν εὖ γεγονότων παρὰ τοῖς Ἑβραίοις, ὡς δεδιὼς ὑπὲρ τοῦ παντὸς ἔθνους, μὴ σπάνει τῆς ἐπιτραφησομένης νεότητος ἐπιλείπῃ, καὶ χαλεπῶς ἐπʼ αὐτῷ φέρων, ἐκύει γὰρ αὐτῷ τὸ γύναιον, ἐν ἀμηχάνοις ἦν, 2.211πρὸς ἱκετείαν τοῦ θεοῦ τρέπεται παρακαλῶν οἶκτον ἤδη τινὰ λαβεῖν αὐτὸν ἀνθρώπων μηδὲν τῆς εἰς αὐτὸν θρησκείας παραβεβηκότων δοῦναί τʼ ἀπαλλαγὴν αὐτοῖς ὧν παρʼ ἐκεῖνον ἐκακοπάθουν τὸν καιρὸν καὶ τῆς ἐπʼ ἀπωλείᾳ τοῦ γένους αὐτῶν ἐλπίδος.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 2.205 Joseph. AJ 2.209 (English) >>Joseph. AJ 2.214

Powered by PhiloLogic